Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.10 Joseph. AJ 17.15 (English) >>Joseph. AJ 17.20

17.13καί ποτε παρόντων αὐτῷ τῶν φίλων παραστησάμενος τὰ παιδάρια καὶ τῶν υἱέων ἀνακλαύσας τὴν τύχην ηὔχετο μηδὲν τοιόνδε παισὶν τοῖς ἐκείνων συνελθεῖν, αὐξηθέντας δὲ ἀρετῇ καὶ συμφορᾷ τοῦ δικαίου τὰς τροφὰς ἀμείψασθαι, ἃς ποιοῖτο. 17.14ἐγγεγύητό τε εἰς γάμον, ὁπότε ἀφικοίατο εἰς ὥραν τὴν ἐπʼ αὐτῷ, τῷ μὲν πρεσβυτέρῳ τῶν Ἀλεξάνδρου παίδων Φερώρου θυγατέρα, τῷ δὲ Ἀριστοβούλου τὴν Ἀντιπάτρου, καὶ θυγατέρα τὴν Ἀριστοβούλου ἐπωνόμαζε παιδὶ τῷ Ἀντιπάτρου, τὴν δὲ ἑτέραν τῶν Ἀριστοβούλου θυγατέρων Ἡρώδῃ παιδὶ τῷ αὑτοῦ· γίνεται δὲ τῷ βασιλεῖ οὗτος ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρός· πάτριον γὰρ πλείοσιν ἐν ταὐτῷ ἡμῖν συνοικεῖν. 17.15ἔπρασσε δὲ τὰς μνηστείας τῶν παίδων βασιλεὺς ἐλέῳ τῶν ὀρφανῶν εἰς εὔνοιαν αὐτῶν διὰ τὴν ἐπιγαμίαν τὸν Ἀντίπατρον προκαλούμενος. 17.16Ἀντίπατρος δὲ γνώμῃ τῇ πρὸς τοὺς ἀδελφοὺς πολιτεύειν οὐκ ἐνέλιπεν καὶ πρὸς τοὺς παῖδας αὐτοῖς γεγονότας, τε τοῦ πατρὸς σπουδὴ περὶ αὐτοὺς ἠρέθιζεν αὐτὸν μείζονας ἔσεσθαι τῶν ἀδελφῶν προσδεχόμενον, καὶ μάλιστα ὁπότε ἀνδρωθεῖεν, Ἀρχελάου προσληψομένου τοῖς θυγατριδοῖς βασιλέως ἀνδρὸς καὶ Φερώρου τῷ ληψομένῳ τὴν θυγατέρα· τετράρχης δὲ καὶ οὗτος ἦν. 17.17ἐπήγειρε δʼ αὐτὸν καὶ τὸ πᾶν πλῆθος ἐλέῳ μὲν τὰ πρὸς τοὺς ὀρφανοὺς χρώμενον, μίσει δὲ πρὸς αὐτὸν τὰ πάντα ἐξαγαγεῖν οὐκ ἀπηλλαγμένον κακοτροπίᾳ τῇ ἐπὶ τοῖς ἀδελφοῖς. ἐμηχανᾶτο οὖν διάλυσιν τῶν τῷ πατρὶ ἐγνωσμένων, ἐν δεινῷ τιθέμενος προσλήψει τοσῆσδε αὐτοὺς ὁμιλῆσαι δυνάμεως.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.10 Joseph. AJ 17.15 (English) >>Joseph. AJ 17.20

Powered by PhiloLogic